ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΠΙ ΤΗ ΕΜΦΑΝΙΣΕΙ ΠΑΝΔΗΜΙΑΣ

 


Παρακλητικός Κανὼν

Supplication Service


Ψαλλόμενος εἰς Ἀπειλὴν Λοιμικῆς Ἀσθενείας

Sung during a Threatening Pandemic

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Composed in Greek by Metropolitan Cyril of Rhodes


Translated in meter by Fr. Seraphim Dedes



Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us and save us

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.



Ψαλμὸς ΡΜΒʹ (142).

Psalm 142 (143).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

O Lord, hear my prayer; give ear to my supplication in Your truth; answer me in Your righteousness; do not enter into judgment with Your servant, for no one living shall become righteous in Your sight. For the enemy persecuted my soul; he humbled my life to the ground; he caused me to dwell in dark places as one long dead, and my spirit was in anguish within me; my heart was troubled within me. I remembered the days of old, and I meditated on all Your works; I meditated on the works of Your hands. I spread out my hands to You; my soul thirsts for You like a waterless land. Hear me speedily, O Lord; my spirit faints within me; turn not Your face from me, lest I become like those who go down into the pit. Cause me to hear Your mercy in the morning, for I hope in You; make me know, O Lord, the way wherein I should walk, for I lift up my soul to You. Deliver me from my enemies, O Lord, for to You I flee for refuge. Teach me to do Your will, for You are my God; Your good Spirit shall guide me in the land of uprightness. For Your name's sake, O Lord, give me life; in Your righteousness You shall bring my soul out of affliction. In Your mercy You shall destroy my enemies; You shall utterly destroy all who afflict my soul, for I am Your servant.



Καὶ εὐθὺς τό· Θεὸς Κύριος, ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἑξῆς·

Then "God is the Lord" is sung four times, with or without the verses.

ΧΟΡΟΣ

CHOIR

Ἦχος δʹ.

Mode 4.



Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord.

Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Verse 1: Give thanks to the Lord and call upon His name.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord.

Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord.

Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord.

Τροπάρια.

Troparia.

Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Mode 4. You who were lifted.

Ὁ ἰατρὸς τῶν χαλεπῶς ἀσθενούντων, καὶ ἀντιλήπτωρ τῶν εἰς σὲ ἐλπιζόντων, ὁ πάντας θέλων Κύριε, σωθῆναι τοὺς βροτούς, ἐφ' ἡμᾶς ἐπίβλεψον, ἀπὸ θρόνου σου δόξης, καὶ κραυγῆς ἐπάκουσον, ἐκ βαθέων βοώσης· Ἐκ τοῦ λοιμοῦ ἀπάλλαξον ἡμᾶς, τῆς ἀπειλῆς ὡς Θεὸς πολυεύσπλαγχνος.

As the physician of the sick and the suffering, * and as the helper of the faithful who hope in You, * O gracious Lord, who wills that all humanity be saved, * from Your throne of majesty, look upon us with mercy; * hear our voice out of the depths, as we cry to You saying: * We all entreat You, free us from the threat * of this pandemic, O God most compassionate.

Δόξα· καὶ νῦν.

Glory. Both now.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Both now. Theotokion. Same Melody.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

We the unworthy shall not ever be silent, * O Theotokos, from proclaiming your powers. * For were you not concerned to intercede for us, * who would have delivered us * from such manifold dangers, * and who else would up to now * have preserved us in freedom? * O Lady, we shall not depart from you, * for you ever save your servants * from evils of every kind.



ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ το Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar.

ΧΟΡΟΣ

CHOIR



Ὁ Κανών

The Canon

οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης Ὠιδῆς· «Κυρίλλου».

which has as an Acrostic, using the Theotokion of each Ode: "Seraphim."

Ὠδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας.

Ode i. Mode pl. 4. Of old when the Israelite.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Τριὰς Παναγία ὁ Εἷς Θεός, τὴν σὴν εὐσπλαγχνίαν, ἡμῖν δεῖξον τοῖς ταπεινοῖς, καὶ παῦσον λοιμοῦ θανατηφόρου, τὴν ἐπελθοῦσαν πολύπονον μάστιγα.

O all-holy Trinity, our one God, * show Your great compassion towards us who have been debased. * Drive away the awful scourge that found us, * and end the deadly pandemic afflicting us.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Λοιμοῦ ἐνεστῶτος ἐπιδρομή, συνέχει Οἰκτίρμων, τὰς καρδίας πάντων ἡμῶν· πρόφθασον καὶ σῶσον τὸν λαόν σου, τὸν εἰς σὲ μόνον ἐλπίζοντα, Κύριε.

Compassionate Master, the current plague * suddenly assailed us; it afflicts us in heart and soul. * Come quickly, deliver us and save us. * We are Your people, whose hope rests in You alone.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Εὐχαῖς Ἀποστόλων καὶ Προφητῶν, Μαρτύρων, Ὁσίων, θεοφόρων Ἱεραρχῶν, ἵλαθι Οἰκτίρμων τοῦ λαοῦ σου, καὶ ἐκ λοιμοῦ τοῦ κινδύνου διάσωσον.

Hear the prayers of God-bearing Hierarchs * Apostles and Prophets, holy Martyrs and the Devout, * and save us Your people from the dangers * of the pandemic, O merciful Lord of all.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Θεοτοκίον.

Theotokion.

Κυρία Παρθένε Μῆτερ Θεοῦ, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή, ἡμᾶς ἐν λοιμοῦ τοῦ ἐνεστῶτος, τῇ περιστάσει χορήγει παράκλησιν.

Sweet refuge are you for us in despair, * Lady Theotokos. Blessed Virgin, we pray to you: * Comfort us as we are now enduring * the current plague and pandemic afflicting us.



Ὠδὴ γʹ. Οὐρανίας ἁψῖδος.

Ode iii. O divine Master Builder.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Στεναγμοὺς τῆς καρδίας, σῶν οἰκετῶν ἄκουσον, σπλάγχνοις ἐν πολλῶν οἰκτιρμῶν σου, Εὔσπλαγχνε Κύριε, καὶ ἀποσόβησον, τῆς λοιμικῆς ἀῤῥωστίας, τάχιστα τόν κίνδυνον, ἀπὸ τῶν τέκνων σου.

We Your servants are weeping within our hearts. Hear our sighs, * in Your tender love and great mercy, Lord, most compassionate. * Obliterate the threat of the pandemic and virus * quickly from the cities of Your children everywhere.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ὢ Τριὰς Παναγία! ὢ Ἀγαθὲ Κύριε! σὲ γονυπετοῦντες ἐν πίστει, καθικετεύομεν· Δεῦρο ἐλέησον, τὰ πλάσματά σου Οἰκτῖρμον, καὶ λοιμοῦ ἀπάλλαξον, λύμης καὶ θλίψεως.

Holy Trinity, one God, O most benevolent Lord, * faithfully we fall to our knees and implore You earnestly. * Come to us, whom you made, in Your compassion have mercy. * Free us from the injury and hardship of the plague.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Τὴν ταπείνωσιν ἴδε, σῶν οἰκετῶν Δέσποτα· ἄφες τὰς πολλὰς ἁμαρτίας, ἡμῶν δεόμεθα, καὶ ῥῦσαι Δέσποτα, ἐκ τῆς παρούσης ἀνάγκης, γένος τὸ ἀνθρώπινον, ὡς πολυεύσπλαγχνος.

You behold now Your servants' humiliation, O Lord. * Hear us as we pray, and forgive us our many trespasses. * O Master, in Your great and most abundant compassion, * rescue all humanity from this calamity.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Θεοτοκίον.

Theotokion.

Ὑπερύμνητε Κόρη, ἡ τὸν Θεὸν τέξασα, τὸν τὰς ἀσθενείας καὶ νόσους, βροτῶν βαστάσαντα, ἀτρώτους φύλαττε, ἐκ λοιμοφόρου ἀνάγκης, τοὺς πιστοὺς ἱκέτας σου, τῇ προμηθείᾳ σου.

Ever keep us the faithful, who pray to you earnestly, * safe from all disease and the virus that plagues us even now. * You are the most extolled Virgin who bore God our Savior, * who has borne the weaknesses and ills of all mankind.



Διάσωσον Τριὰς Ἁγία, ὁ Κύριος τοῦ ἐλέους, ἀπὸ λοιμοῦ τῆς ἀνάγκης καὶ θλίψεως, οὓς φιλανθρώπως σωθῆναι θέλεις ἀνθρώπους.

Deliver us, O Holy Trinity. Save us, O Lord of mercy, * from the distress and affliction the plague has caused, * for in Your love for humanity You wish to save all.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Look graciously upon your servant, all-praiseworthy Theotokos, and upon my painful physical suffering, and remedy my anguish of spirit.



ΧΟΡΟΣ

CHOIR

Κάθισμα.

Kathisma.

Ἦχος βʹ. Τὰ ἄνω ζητῶν.

Mode 2. In seeking the heights.

Ἁγία Τριάς, ὁ Εἷς Θεὸς καὶ Κύριος, τῆς βροτολοιγοῦς, ἐπιδραμούσης θλίψεως, τὸν λαόν σου λύτρωσαι, τὴν ὑγείαν πᾶσι δωρούμενος· τοῦ σοῦ ἐλέους πλήρης γὰρ ἡ γῆ, καὶ σοὶ προσκυνοῦμεν Παντοδύναμε.

Our one God and Lord, O all-holy Trinity, * this deadly pandemic has spread throughout the world. * We Your people pray to You: * Rescue us, and make everyone well again. * For Your mercy abounds throughout the earth, * and we worship only You, O almighty God.

Ὠδὴ δʹ. Εἰσακήκοα Κύριε.

Ode iv. I have heard the report.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ἀνεξάντλητον πέλαγος, οἰκτιρμῶν ὑπάρχων Εὔσπλαγχνε Κύριε, μὴ ἐάσῃς ἀπολλύμενον, λοιμικῆς ἐκ νόσου τὸ ἀνθρώπινον.

O compassionate Lord and God, * as an inexhaustible sea of tender love, * please do not allow humanity * to languish and perish from contagious disease.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Σοὶ δακρύοντες λέγομεν· Ἐπὶ τὸν λαόν σου Σῶτερ σπλαγχνίσθητι, καὶ τῆς νόσου τὴν κατήφειαν, εἰς χαρὰν τελείαν μεταποίησον.

Now we tearfully pray to You: * Savior, have compassion on our society, * and eventually change the grief * of this deadly outbreak of disease to joy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Φιλανθρώπως οἰκτείρησον· τῆς φωνῆς ἐπάκουσον ἡμῶν Δέσποτα, καὶ διάσωσον ὡς εὔσπλαγχνος, ἀπὸ τῆς εὑρούσης ἡμᾶς θλίψεως.

In Your love for humanity, * take pity on us, Lord, and hear us when we pray. * Being merciful, deliver us * from the great distress that has befallen us.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Θεοτοκίον.

Theotokion.

Ῥῶσιν δίδου καὶ δύναμιν, ἐν τῇ ἐνεστώσῃ ἀνάγκῃ ἅπασι, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, Θεοτόκε Κόρη Ἀειπάρθενε.

Reinvigorate everyone * during this pandemic, and make us strong again, * O pure Maiden, as we turn to you * for protection, ever-virgin Mother of God.



Ὠδὴ εʹ. Φώτισον ἡμᾶς.

Ode v. Sovereign Lord our God.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ἄλλον σου Θεόν, οὐ γινώσκομεν καὶ Κύριον· σοῦ δεόμεθα ἀφάνισον ταχύ, ἀσθενείας τὴν φορὰν ὡς Πολυέλεος.

Earnestly we pray, * O our Savior very merciful: * Straight away avert the spread of the disease, * for we know no other God and Lord except for You.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, Παντοδύναμε καὶ πλήθει οἰκτιρμῶν, ἐν ὑγείᾳ τὴν ζωὴν ἡμῶν συντήρησον.

Shelter us, we pray, * in the shelter of Your wings, O Lord, * and preserve our life in happiness and health, * in the wealth of Your compassion, O almighty God.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Δίκαιος εἶ σύ, καὶ δικαία εἶ ἡ κρίσις σου· Ἀλλὰ πρόφθασον Φιλάνθρωπε ἡμᾶς, τῆς φονίου ἀσθενείας ἐξαιρούμενος.

Righteous are You, Lord, * and Your judgment is upright as well. * Yet, we pray You quickly rescue all mankind, * which You love, from the pandemic that is killing us.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Θεοτοκίον.

Theotokion.

Ἴδε συμπαθῶς, ἐφ' ἡμᾶς Παρθένε Ἄχραντε, καὶ λοιμοῦ τῆς ἐπελθούσης ἀπειλῆς, ἀνωτέραν τὴν ζωὴν ἡμῶν συντήρησον.

All-immaculate, * virgin Maiden, kindly look on us, * and preserve our life, and grant that we escape * the impending threat of deadly virus and disease.



Ὠδὴ Ϛʹ. Τὴν δέησιν ἐκχεῶ.

Ode vi. I pour out my supplication.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ἀσθένειαν τὴν ἡμῶν Φιλάνθρωπε, ὁ φορέσας δι' ἀφάτου ἀγάπης, τῆς συνεχούσης ἡμᾶς ἀνυποίστως, ἐκ τοῦ λοιμοῦ χαλεποῦς ἀπογνώσεως, ἀπάλλαξον ὡς ἀγαθός, παρορῶν τὰ ἡμῶν ἁμαρτήματα.

Ineffable is Your love for humankind, * whereby You took our infirmities, O Savior. * We now entreat You, O good One, to free us * from the pandemic and thoughts of complete despair * that we inevitably have; * and we pray You forgive our offenses all.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Θαυμάσια ὁ ποιῶν καὶ τέρατα, ἀριθμὸς ὧν οὐχ ὑπάρχει Οἰκτίρμων, τῆς ἐπελθούσης δεινῆς ἀσθενείας, τὴν τρικυμίαν ἐν τάχει κατάπαυσον, καὶ εἰς λιμένα γαληνόν, τῆς ὑγείας ἡμᾶς ἐγκαθόρμισον.

The marvelous signs and wonders that You do * are innumerable, merciful Master. * We pray You stop the onset of pandemic * as You rebuked winds and sea and You calmed the storm; * and navigate us back to health, * like a ship to a calm port and anchorage.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Βαλλόμενοι ἀπειλῇ Φιλάνθρωπε, τοῦ θανάτου ἐκ λοιμοῦ πανωλέθρου, σοὶ καταφεύγομεν αἵροντες χεῖρας, ἱκετηρίους καὶ κλαίοντες κράζομεν· Ἀπολλυμένους νῦν ἡμᾶς, Ἐπιστάτα Οἰκτῖρμον βοήθησον.

Confronted with the likelihood of widespread death * from the current epidemic, O Savior, * we turn to You, and with tears we implore You * with hands uplifted, and cry out, O loving Lord, * as Your disciples did of old, * "Master, help us, for now we are perishing!"

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Θεοτοκίον.

Theotokion.

Λαῷ σου, τῷ εὐσεβῶς δοξάζοντι, τὸν ἐκ σοῦ ἀνερμηνεύτως τεχθέντα, τῇ μητρικῇ σου στοργῇ καὶ ἀγάπῃ, Θεοκυῆτορ ἀπέργασαι ἵλεων, ἵνα λυτρώσηται αὐτός, ἐκ λοιμοῦ τοὺς δι' οὓς ἐνηνθρώπησεν.

Protect us, who accurately glorify * Christ as God, whom you ineffably mothered. * Being maternal in love and affection, * O Theotokos, convince Him to pity us * and to deliver from the plague * all your people, for whom He became a man.



Διάσωσον Τριὰς Ἁγία, ὁ Κύριος τοῦ ἐλέους, ἀπὸ λοιμοῦ τῆς ἀνάγκης καὶ θλίψεως, οὓς φιλανθρώπως σωθῆναι θέλεις ἀνθρώπους.

Deliver us, O Holy Trinity. Save us, O Lord of mercy, * from the distress and affliction the plague has caused, * for in Your love for humanity You wish to save all.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Entreat for us, * O spotless Maiden who gave birth to the divine Word * inexplicably through a word in the latter days, * since you indeed * speak with motherly freedom.

ΧΟΡΟΣ

CHOIR

Κοντάκιον.

Kontakion.

Ἦχος βʹ. Τοῖς τῶν αἱμάτων σου.

Mode 2. In the pools of your blood.

Φιλανθρωπίας σου δεῖξον τὴν ἄβυσσον, ἐπὶ πολὺ Παντοδύναμε Κύριε· ἐλέησον, σῶσον, οἰκτείρησον, καὶ τοῦ λοιμοῦ τὸν λαόν σου ἀπάλλαξον, ἱκέσιον ὕμνον σοι ᾄδοντα.

Almighty Lord, we entreat You to demonstrate * that Your great love for mankind is indeed immense. * Be merciful, save us and pity us, * Your faithful people who sing prayerful hymns to You, * and free us from plague and calamity.

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. (δίς)

Save me, O God, in Your name, and judge me in Your power. (2)

Στίχ. Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.

Verse: O God, hear my prayer; give ear to the words of my mouth.

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

Save me, O God, in Your name, and judge me in Your power.





Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Matthew.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord, glory to You.)



Ματ ηʹ 1 – 4

Mt. 8:1-4

Τῷ καιρῷ ἐκείνῳ, καταβάντι τῷ Ἰησοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.

At that time, when Jesus came down from the mountain, great crowds followed him; and behold, a leper came to him and knelt before him saying, "Lord, if you will, you can make me clean." And he stretched out his hand and touched him, saying, "I will; be clean." And immediately his leprosy was cleansed. And Jesus said to him, "See that you say nothing to any one; but go, show yourself to the priest, and offer the gift that Moses commanded, for a proof to them."

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord, glory to You.)



ΧΟΡΟΣ

CHOIR

Δόξα. Ἦχος βʹ.

Glory. Mode 2.

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Father, Word and Spirit, the Trinity in Union, O Lord of mercy, blot out my many offenses.

Καὶ νῦν.

Both now.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offences.

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Mode pl. 2. When the saints deposited.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression.

Δέσποτα Φιλάνθρωπε, ὁ πάντας θέλων σωθῆναι, ὁ μὴ θέλων θάνατον, καὶ ζωῆς τὸ πλήρωμα, χαριζόμενος, σὲ παροργίζομεν, ἀλλὰ σὲ καὶ μόνον, οἱ ταλαίπωροι λατρεύομεν· εἰς σὲ ἐλπίζομεν, πλήν σου προστασίαν οὐκ ἔχομεν· διό σοι καταφεύγομεν, καὶ ἐν μετανοίᾳ κραυγάζομεν· Τοῖς ἐν ἁμαρτίαις, ἱλάσθητι Φιλάνθρωπε ἡμῖν, καὶ ἀσθενείας τῆς λαίλαπος, τὸν λαόν σου λύτρωσαι.

Loving Lord, whose will it is that all be saved, O humane God, * You came that we may have life, * and have it abundantly. * You do not want death. * We, who are wretched now, * often have provoked You; * but we worship You exclusively. * We hope in You alone; * we have no protector except for You. * And so we run to You for help. * Praying in repentance, we cry to You: * Loving Lord, be gracious to us who have committed many sins, * and save Your people, and rescue us, * from the storm of deadly plague.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (ιβʹ)

Lord, have mercy. (12)



ΧΟΡΟΣ

CHOIR

Ὠδὴ ζʹ. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ode vii. The Servants from Judea.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ἐπὶ σοὶ τῷ Κυρίῳ, τῷ ζωὴν χορηγοῦντι, ἡμεῖς ἐλπίζομεν· ἐκ ταύτης ἡμᾶς σῶσον, τῆς λοιμικῆς ἀνάγκης, τῷ ἐλέει σου κράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

We entrust to You only * every hope of salvation, O Lord who gives us life. * We pray that You will save us * from this deadly pandemic, * in Your mercy, as we cry out * and say: "O blessed are You * the God of our fathers."

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Θαυμαστὰ καὶ μεγάλα, ὑπὲρ γένους ἀνθρώπων, ὁ ἐργαζόμενος, Φιλάνθρωπε ἐκ λύμης, λοιμοῦ τοῦ ἐνεστῶτος, ἡμᾶς ῥῦσαι τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

You have worked many wonders * for the sake of mankind, Lord who loves humanity. * We pray You now deliver * Your people from this current * epidemic, as we cry out * and sing: "O blessed are You * the God of our fathers."

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Ἐν ὀδύνῃ μεγίστῃ, οἱ λοιμῷ βαρυτάτῳ, ἐπαπειλούμενοι, ἐλέησον βοῶμεν, καὶ σῶσον Ζωοδότα, τὸν λαόν σου κραυγάζοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Under threat of a deadly * epidemic, we find ourselves in profound distress. * We pray to You: Have mercy, * O Life-Giver, and save us! * We Your people cry out to You * and say: "O blessed are You * the God of our fathers."

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Θεοτοκίον.

Theotokion.

Λυτρωτὴν τοῖς ἀνθρώποις, ἡ ἀφράστως τεκοῦσα, Παρθένε Ἄχραντε, λοιμοῦ ἐπιδραμόντος, σφοδρῶς τῇ οἰκουμένῃ, τὴν ὁρμὴν ἀναχαίτισον, καὶ δὸς γαλήνην ἡμῖν, χάριτι μητρικῇ σου.

Having borne the Redeemer * of humanity, Virgin most pure, ineffably, * entreat Him to inhibit * the spread of the pandemic * that has plagued the entire world; * and with your motherly grace, * give us your calming comfort.



Ὠδὴ ηʹ. Τὸν Βασιλέα τῶν οὐρανῶν.

Ode viii. O praise and bless Him.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Οἱ πεποιθότες, ἐπὶ σὲ μόνε Οἰκτῖρμον, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν· Ῥῦσαι ἡμᾶς Σῶτερ, ἐκ τοῦ λοιμοῦ τῆς βλάβης.

Merciful Savior, * we hope and trust in You only, * and we pray to You and earnestly implore You: * Save us from the harm of the deadly epidemic.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ἀνάστα, σῶσον, τῆς ἐνεστώσης ἀνάγκης, τὸ ἀνθρώπινον· ἐλπὶς γὰρ σὺ εἶ μόνη, τῶν ἐν νόσῳ Σῶτερ, δεινῶς χειμαζομένων.

Arise, O Master, * and save mankind from this crisis * that befell us. You, O Savior, are the only * hope of those who suffer from illness and misfortune.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Τὰς ἁμαρτίας, ἄφες ἡμῖν Ζωοδότα· ἐπικάμφθητι ἡμῶν τῇ ταπεινώσει, καὶ δὸς τῷ λαῷ σου, ἀσφάλειαν ὑγείας.

Grant us forgiveness * of sins, O Lord and Life-giver, * and take pity on us now humiliated. * Grant to us, your people, Your grace as health insurance.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Θεοτοκίον.

Theotokion.

Ὅρμος γαλήνης, ἐν τρικυμίᾳ τῆς νόσου, τῆς εὑρούσης ἡμᾶς σφόδρα Θεομῆτορ, ἡ χάρις γενέσθω, τῆς θείας σου πρεσβείας.

In this pandemic, * which like a storm has disturbed us, * may the grace of your divine intercession * be for us haven of calm, O Theotokos.



Ὠδὴ θʹ. Κυρίως Θεοτόκον.

Ode ix. You are the Theotokos.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ἐν τῷ ἐπικαλεῖσθαι, εἰσάκουσον Σῶτερ, τῶν οἰκετῶν σου ἐν θλίψει βοώντων σοι, καὶ ἐξελοῦ ἐκ κινδύνου, ἡμᾶς λοιμώξεως.

O Savior, hear our voices * when we call upon You; * for we Your servants are troubled and cry to You. * Deliver us from the danger of a contagious disease.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Τῆς σῆς φιλανθρωπίας, τὴν ἄβυσσον δεῖξον, καὶ τὰ ἐλέη σου Σῶτερ θαυμάστωσον, ἐξ ἀσθενείας λοιμώδους, ἡμᾶς ῥυόμενος.

O Lord, display the ocean * of Your love for mankind, * and let Your mercies, O Savior, be magnified; * and from the plague and contagious diseases rescue us.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Πρεσβείαις Χαραλάμπους, τοῦ Ἱεροάθλου, τῆς λοιμικῆς ἡμᾶς νόσου ἀπάλλαξον, ἵνα δοξάζωμεν Σῶτερ, τὸ θεῖον κράτος σου.

Haralambos the Martyr * is known for combating * the plague. O Lord, by his prayers rescue us from it, * and we shall sing, glorifying your mighty power, O God.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Θεοτοκίον.

Theotokion.

Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τῶν ἀνθρώπων ἑτοίμη βοήθεια, τοῖς ἀσθενοῦσι τελείαν, τὴν ῥῶσιν δώρησον.

My Lady, Virgin Mary, * full of grace and most pure, * you are the ready assistance for all mankind. * We pray you grant perfect health to those who are suffering.



Μεγαλυνάρια.

Megalynaria.

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

It is truly right to call you blest, O Theotokos, the ever-blessed and all-blameless one and the Mother of our God.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Δέσποτα Οἰκτῖρμον ὁ ἰατρὸς, ψυχῶν καὶ σωμάτων, σοῦ δεόμεθα ἐκτενῶς· Ἄνες, ἄφες Σῶτερ, ἡμῶν τὰς ἁμαρτίας, καὶ σῶσον τῆς λοιμώδους, ὀργῆς τοὺς δούλους σου.

Physician of bodies and souls alike, * compassionate Master, we implore You and we entreat, * forgive and remit every sin of ours, O Savior, * and rescue us Your servants from the pandemic's wrath.

Νόσου ἐνεστώσης βροτολοιγοῦς, ὁ φόβος συνέχει, τὰς καρδίας πάντων ἡμῶν· πρόφθασον καὶ σῶσον, ἡμᾶς ἐκλιπαροῦντας, τὸ μέγα ἔλεος σου, Εὔσπλαγχνε Κύριε.

Fear of the pandemic has gripped the hearts * of all of Your servants, O compassionate Lord and God. * Quickly come and save us, we earnestly entreat You, * invoking Your great mercy, Savior most merciful.

Πρόβατα νομῆς σου πάντες ἡμεῖς, ὑπάρχομεν Σῶτερ, κἂν ἐν πλήθει ἁμαρτιῶν· Μὴ ἐξουδενώσῃς, ἡμῶν τὴν ἱκεσίαν, ἀλλὰ τῆς ἀσθενείας, παῦσον τὸν τάραχον.

Savior, we will all never cease to be * the sheep of Your pasture, even though we have many sins. * Please do not despise or ignore our supplication; * end, rather, the upheaval caused by the current plague.

Ἀπὸ τοῦ αἰῶνος ὡς ἀληθῶς, ἕως τοῦ αἰῶνος, τὸ σὸν ἔλεος Ἀγαθέ· αὐτοῦ οὖν τῷ πλήθει, τὸ πλῆθος τῶν ἀνθρώπων, τοῦ ἐπελθόντος ῥῦσαι, λοιμοῦ Φιλάνθρωπε.

Truly from the ages, O gracious God, * and unto the ages is Your mercy and love for man. * Therefore, now, according to its abundance, rescue * a multitude of people from the impending plague.

Νόσου ἐπωδύνου τῇ ἀπειλῇ, ἡμᾶς τοὺς ἀθλίους, ἐν τῷ θλίψεσθαι χαλεπῶς, καὶ ἀπορουμένους, Κύριε μὴ παρίδῃς, ἀλλ' ἐξελοῦ ταχέως, ἡμᾶς τῆς θλίψεως.

Lord, do not ignore us in our distress, * anxious as we are now, and beside ourselves with the fear * of catching a painful disease that may be fatal. * We pray You quickly save us from this calamity.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Join the Theotokos, all you arrays * of angelic powers, honored Forerunner of the Lord, * holy Twelve Apostles * and all the Saints together, * and pray for our salvation, and intercede for us.



ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.



Ἦχος πλ. βʹ.

Mode pl. 2.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· Ἐλέησον ἡμᾶς.

Have mercy on us, Lord have mercy on us. For with nothing to say in our own defense, we sinners offer this supplication to you our Master. Have mercy on us.

Δόξα.

Glory.

Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Lord have mercy on us, for in You we trust. Be not enraged with us greatly, nor remember our iniquities. But look upon us now, being compassionate, and deliver us from our enemies. For You are our God, and we Your people, all of us the work of Your hands, and now we have invoked Your name.

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία, τοῦ γένους τῶν Χριστιανῶν.

Open the gate of compassion for us, O blessed Theotokos. For hoping in you, let us not fail in our aim. Through you may we be delivered from adversities. For you are the salvation of the Christian race.

ΧΟΡΟΣ

CHOIR

Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου.

Mode 2. Joseph took You down.

Ἔκδεξον ὡς εὔσπλαγχνος ἡμᾶς, τοὺς χειμαζομένους τῷ φόβῳ, τῆς λοιμικῆς ἀπειλῆς· πρόφθασον καὶ ποίησον, κατὰ τὸ ἔλεος, τὸ πολύ σου Φιλάνθρωπε, μετὰ τῶν σῶν δούλων, ταύτην τὴν ἱκέσιον, φωνὴν δεχόμενος· Πρόσχες οἰκτιρμῶν σου ἐν πλούτῳ, εἰς τὸ βοηθῆσαι λαῷ σου, ἐπὶ σὲ ἐκ πίστεως ἐλπίζοντι.

Hold us, O our tender-loving God, * in this time when we are unsettled for fear of threatening plague. * Be there for us, as our Lord who loves humanity, * and protect us according to Your great and rich mercy. * Graciously accept our voices as we sing these prayers. * And give heed to helping Your people, * in the wealth of Your tender-mercies; * for with ardent faith we put our hope in You.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Lady, receive the supplications of your servants, and rescue us from all necessity and affliction.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

O Mother of God, I have committed my every hope wholly unto you. Keep me under your shelter.



Εὐχὴ εἰς τὴν Ἐνεστῶσαν Λοιμικὴν Νόσον

Prayer for the Current Pandemic



Παντοκράτορ Κύριε, μακρόθυμε καί πολυέλεε, φιλάνθρωπε καί πολυεύσπλαχνε, ὁ τήν ἡμετέραν φύσιν εἰς τὸ εἶναι παραγαγών καὶ πεσοῦσαν αὐτὴν πάλιν ἐξαναστήσας καὶ τὸν μονογενῆ σου Υἱὸν ἐξαποστείλας Σωτῆρα καὶ Λυτρωτὴν καὶ εὐεργέτην, ἰατρεύοντα τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Αὐτὸς, Δέσποτα μακρόθυμε, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς καὶ ἐπάκουσον τῆς δεήσεως ἡμῶν ἐν ἡμέρᾳ θλίψεως ἡμῶν, καὶ διάσωσον τὸν λαόν σου ἀπὸ τῆς ἐπελθούσης λοιμοφόρου ἀπειλῆς· πᾶσαν γὰρ τὴν οἰκουμένην, Κύριε, ὀδύνη καὶ φόβος κατέλαβε καὶ νὺξ θανάτου περιεκύκλωσεν ἡμᾶς, καὶ σὺ μόνος ἡ ἐλπὶς ἡμῶν· μνήσθητι τῶν ἀμέτρων σου οἰκτιρμῶν· δεῖξον ἐφ᾿ ἡμᾶς τὴν ἄβυσσον τῆς εὐσπλαγχνίας σου· μὴ ἐάσῃς ἡμᾶς κατησχυμένους καὶ ἀπολλυμένους διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλ᾿ εἰσάκουσον φωνῆς δεήσεως ἡμῶν, ἧς ἐκ βαθέων κράζομεν πρὸς σέ, καὶ μὴ ἀποστρέψης τὸ πρόσωπόν σου, μηδὲ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ πλάσματός του· Βοηθὸς καὶ ῥύστης γενοῦ ἡμῖν, μὴ ἀποσκορακίσῃς ἡμᾶς, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἀλλὰ ἀνάστηθι καὶ λύτρωσαι ἡμᾶς· πρόφθασον τῇ συνήθει φιλανθρωπίᾳ σου, πάταξον τῆς λοιμικῆς ἀσθενείας τὴν δύναμιν, ταπείνωσον τὸ φρύαγμα αὐτῆς· τὴν ὀδύνην καὶ κατήφειαν αὐτῆς εἰς χαρὰν μεταποίησον καὶ τὴν γαλήνην τῶν ἀνθρώπων τῷ γένει πρυτάνευσον· ἐνίσχυσον τῷ βραχίονί σου τῷ ὑψηλῷ τοὺς ἐν τῇ διακονίᾳ τῆς ὑγείας τοῦ λαοῦ σου τεταγμένους· ἀνάστησον ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ στρωμνῆς κακώσεως τοὺς λοιμώξει περιπεσόντας, τὴν ὑγείαν αὐτοῖς χαριζόμενος· τὰς ψυχάς δε τῶν ἐκ τοῦ λοιμοῦ τὸ ζῆν ἐκμετρησάντων ἐν σκηναῖς Ἁγίων ἀνάπαυσον, παράκλησιν τοῖς οἰκείοις αὐτῶν δωρούμενος. Σὐ γὰρ ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Forbearing and merciful, loving and compassionate, Almighty Lord, who brought our nature into being and having fallen once again raised us. Who sent Your only-begotten Son, Savior and Redeemer, and Benefactor healing the passions of body and soul. Do You, forbearing Master, look down upon us and hearken to our entreaty in our day of sorrow. Safeguard us from the coming upon all the earth of the plague-bearing threat. Lord, take away affliction and fear. The darkness of death surrounds us. Remember Your innumerable acts of compassion; reveal to us the depths of Your mercy; do not let us be destroyed because of the multitude of our sins. Hearken unto the voice of our prayer from deep within us as it cries out to You. Do not turn Your face away from us nor turn away from your creatures in wrath. Be our aid and deliverer. O our God and Savior, do not reject or abandon us but come and redeem us. Draw near in Your customary kindness. Crush the power of the illness-bearing plague; disgrace its violence, pain and dejection, transforming it to joy. Preside over calm for humanity. By Your power greatly aid those serving in the field of health. Raise us from our bed of pain and from our bedding of affliction. Grant health to those who have contracted the illness. Give rest in the tentings of the Saints to those who have surrendered their lives to the virus. Grant consolation to their families. For You are the physician of our souls and bodies and to You we offer glory, Father Son and Holy Spirit, now and always and unto ages of ages.

(Ἀμήν.)

(Amen.)

Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us [and save us].

(Ἀμήν.)

(Amen.)



Πηγή
Μοιραστείτε το στο Google Plus

1ki1 news - 1ki1news

Το 1ki1 News Group είναι πολυσυλλεκτικός διαδικτυακός τόπος που ανανεώνεται συνεχώς, όλο το 24ώρο, όλο τον χρόνο.

0 σχόλια :

Δημοσίευση σχολίου